[402α]
Σωκράτης
γελοῖον μὲν πάνυ εἰπεῖν, οἶμαι μέντοι τινὰ πιθανότητα ἔχον.Ἑρμογένης
τίνα ταύτην;Σωκράτης
τὸν Ἡράκλειτόν μοι δοκῶ καθορᾶν παλαί᾽ ἄττα σοφὰ λέγοντα, ἀτεχνῶς τὰ ἐπὶ Κρόνου καὶ Ῥέας, ἃ καὶ Ὅμηρος ἔλεγεν.Ἑρμογένης
πῶς τοῦτο λέγεις;Σωκράτης
λέγει που Ἡράκλειτος ὅτι ‘πάντα χωρεῖ καὶ οὐδὲν μένει,’ καὶ ποταμοῦ ῥοῇ ἀπεικάζων τὰ ὄντα λέγει ὡς ‘δὶς ἐς τὸν αὐτὸν ποταμὸν οὐκ ἂν ἐμβαίης.’Ἑρμογένης
ἔστι ταῦτα.